Resurrectional Apolytikion Grave Tone
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
By means of Your Cross, O Lord, You abolished death. To the robber You opened Paradise. The lamentation of the myrrh-bearing women You transformed, and You gave Your Apostles the order to proclaim to all that You had risen, O Christ our God, and granted the world Your great mercy.
Apolytikion for Afterfeast of the Entry of the Theotokos into the Temple
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Today is the foreshadowing of the good-pleasure of God, and the proclaiming of the salvation of mankind. In the Temple of God the Virgin is revealed, and be-forehand she announces Christ to all. To her let us also cry aloud with mighty voice: Hail, the fulfillment of the Creator’s dispensation!
Apolytikion of the Church
Σήμερον της σωτηρίας ημών το κεφάλαιον, και του απ΄αιώνως Μυστηρίου η φανέρωσις. Ο Υιός του Θεού, Υιός της Παρθένου γίνεται, και Γαβριήλ την χάριν Ευαγγελίζεται. Διό και ημείς συν αυτώ, τη Θεοτόκω βοήσωμεν: Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά σου.
Today is the crown of our salvation, and the manifestation of the eternal Mystery. The Son of God becomes the Son of the Virgin, and Gabriel announces the good tidings of grace. Therefore, all together with him, to the Theotokos let us exclaim: Hail! Maiden full of grace; the Lord is with you.
Kontakion
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
The all-pure Temple of the Saviour, the precious Bridal Chamber and Virgin, the sacred Treasury of the glory of God, is being brought to-day into the house of the Lord; and with her she brings the grace of the divine Spirit; of her God’s Angels sing in praise: She is indeed the heavenly Tabernacle.